Homilies on Jeremiah (selected; omitting 8) · §6.2

Divine Punishment and Spiritual Numbness

Then regarding the sinners, let us consider what is said: 'You have chastised them and they did not suffer. These are the sensible chastisements offered to bodies, whether the afflicted will or not, causing them pain; but the chastisements of God are such that some of the afflicted suffer, and some of the afflicted do not.'

Let us see if we can explain what it means to suffer from God's chastisements and what it means not to suffer, and that those who do not suffer from God's chastisements are evil, but those who suffer are blessed. For Wisdom says: 'Who will give me a chastisement upon my mind and a seal upon my lips of deceitful ones, that I may not be ashamed of my ignorance, and my sins may not destroy me?' Pay attention to 'Who will give me a chastisement upon my mind?' Does not this mean that the mind is chastised? The chastisements of the Lord chastise the mind; for a word that lays hold of the soul and brings it to a felt sense of what has been sinned, and so scourges it. But the chastisements chastise the blessed one suffering upon the chastisements, for the things said are fulfilled in him, and he does not despise the one rebuking him from himself.

Greek

Εἶτα περὶ τῶν ἁμαρτωλῶν ἵδωμεν τὸ λεγόμενον «ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν. αὗται αἱ αἰσθηταὶ μάστιγες ζῶσιν προσφερόμεναι σώμασιν, εἴτε βούλονται εἴτε μὴ βούλονται οἱ μαστιγούμενοι, πόνον ἐμποιοῦσιν αὐτοῖς· αἱ δὲ τοῦ θεοῦ μάστιγες τοιαῦταί εἰσιν ὥς τινας μὲν τῶν μαστιγουμένων πονεῖν , τινὰς δὲ τῶν μαστιγουμένων μὴ πονεῖν.

ἴδωμεν εἰ δυνάμεθα διηγήσασθαι, τί ἐστιν τὸ πονεῖν ἀπὸ μαστίγων θεοῦ καὶ τί τὸ μὴ πονεῖν, καὶ ὅτι κακοδαίμονες οἱ μὴ πονοῦντες ἀπὸ μαστίγων θεοῦ, μακάριοι δὲ οἱ πονοῦντες ἀπὸ μαστίγων θεοῦ. φησὶν γάρ ἡ Σοφία· «τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανούργων, ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσίν με«; πρόσχες τῷ «τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας«; οὐκοῦν εἰσι μάστιγες τὸ διανόημα μαστιγοῦσαι. αἱ μάστιγες τοῦ Μοῦ τὸ διανόημα μαστιγοῦσιν· λόγος γὰρ καθαπτόμενος τῆς ψυχῆς καὶ εἰς συναίσ〈θησ〉ιν αὐτὴν ἄγων τῶν ἡμαρτημένων μαστιγοῖ· μαστιγοῖ δὲ τὸν μὲν μακάριον πονοῦντα ἐπὶ ταῖς μάστιξι, καθικνεῖται γὰρ αὐτοῦ τὰ λεγόμενα, καὶ οὐκ ἐξευτελίζει τὸν ἐλέγχοντα ἀπ’ αὐτοῦ.

ἐπὰν δέ τις εὑρεθῇ, ἱν οὕτως εἴπω, ἀναίσθητος, λεχθήσεται περὶ αὐτοῦ· «ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν( τοῦ αὐτοῦ λόγου λεγομένου ἐλεγκτικῶς, φέρε εἰπεῖν, ἐπὶ τῷ καθικέσθαι διανοίας τοῦ τὴν συνείδησιν μεμολυσμένου ἐπί τινι ἁμαρτίᾳ τὸ λεγόμενον, ἐὰν ὁ μέν τις τῶν ἀκουόντων ἀλγήσῃ, ὥστε λεχθῆναι περὶ αὐτοῦ· «ἑώρακας ὡς κατενύγη« ὁ δεῖνα, ὁ δέ τις τῶν ἀκουόντων μὴ ἀλγήσῃ, ἀλλὰ ἀναισθητῇ τῶν ἐλεγχόντων , δῆλον ὅτι λεχθήσεται περὶ τοῦ μηδ᾿ αἰσθανομένου· ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν.

Μία μὲν διήγησις αὕτη περὶ τοῦ «οὐκ ἐπόνησαν« ἢ ἐπόνησαν· ἴδωμεν δὲ εἰ ἔχομεν καὶ ἑτέραν. γίνονταί τινες έν τοῖς σώμασιν μερῶν τινων νεκρότητες καὶ ξηρότητες, καὶ πολλάκις τοιαῦτα πάσχει τὰ νενεκρωμένα μέλη παρὰ τὰ ζῶντα, ὥστε προσαγομένων μὲν τῶν πόνον ποιῆσαι δυναμένων τῷ ζῶντι μέλει ἀλγεῖν ἐκεῖνον ᾧ προσάγεται τὸ ποιοῦν πονεῖν , προσαγομένων δὲ τῶν ποιούντων πονεῖν τῷ μέλει τῷ ἀναισθήτῳ οὐκ αἰσθάνεται ἐκεῖνος, ὅταν ᾖ νεκρότης περὶ αὐτό. ταῦτα εἴπερ εἶδες ἐπὶ τοῦ σώματος, μετάθες ἐπὶ τὴν ψυχὴν καὶ ὅρα ὅτι ἔστιν τις καὶ ψυχὴ νεκρουμένη τὰ μέλη, ὥστε μὴ αἰσθάνεσθαι ἀπὸ τῶν μαστίγων, κἂν ἐπίπονα προσφέρηταί τινα. δεινὰ προσφέρεται, ἀλλ’ οὐκ αἰσθανθήσεται ἡ δεῖνα ψυχή, ἄλλη δὲ αἰσθανθήσεται. καὶ τάχα ὡσπερεὶ λυπεῖται μᾶλλον ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἤπερ ἐπὶ τῷ αἰσθάνεσθαι ὁ μὴ αἰσθανόμενος ἀπὸ πόνων αὐτῷ προσφερομένων, εὐχόμενος μᾶλλον πονεῖν εἰ προσάγοιτο τὰ ἐπίπονα ἐπεὶ σημεῖόν ἐστι τοῦτο τοῦ ζῆν αὐτόν), ἀηδιζόμενος δὲ ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἐπὶ τοῖς ἐπιπόνοις.

ὥσπερ δὴ τοῦτο γίνεται ἐπὶ τῶν σωμάτων, οὕτω νομίςω ἐν τῷ «θελήσωσιν εἰ ἐγένοντο πυρίκαυστοι« τοιοῦτόν τι δηλοῦσθαι· οἷον τοῦ πυρὸς προσφερομένου τινὶ καὶ μὴ αἰσθανομένου τοῦ καιομένου, θελήσωσιν ἐκεῖνοι, καταλαβόντες σύγκρισιν μὴ αἰσθανομένων ἐπὶ ταῖς ἀλγηδόσιν καὶ αἰσθανομένων, μᾶλλον αἰσθάνεσθαι ἐπὶ τῷ πυρὶ ἢ μὴ αἰσθάνεσθαι. καὶ εὔξαιτο ἄν τις προσαγομένου κἀκείνου τοῦ κεκριμένου πυρὸς ἐπὶ τοὺς ἁμαρτωλοὺς αἰσθάνεσθαι μᾶλλον ἢ μὴ αἰσθάνεσθαι. ταῦτα διὰ τὸ «ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνησαν. «Συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.

ὅτε τά καθαρτικὰ ποιεῖ ὁ προνοῶν τῶν ὅλων θεὸς ἐπὶ ψυχῆς σωτηρίᾳ, τὸ ἐπ᾿ αὐτῷ συνετέλεσεν. νοήσεις δὲ τὸ «συνετέλεσας αὐτοὺς οὐκ ἠθέλησαν δέξασθαι παιδείαν« ἀπὸ παραδείγματος τοῦ κατὰ τὸν παραδιδόντα τὴν έπιστήμην καὶ τὸν μὴ βουλόμενον παραλαβεῖν τὴν ἐπιστήμην ἀπὸ τοῦ παραδιδόντος. πάντα γὰρ τὰ παρ’ αὐτῷ ποιείτω ὁ διδάσκαλος καὶ συντελείτω πάντα εἰς παράδοσιν ἐπιστήμης, ἐκεῖνος δὲ μὴ παραδεχέσθω τὰ λεγόμενα· εἴποιμ ἂν περὶ τοῦ τοιούτου τῷ διδασκάλῳ· συνετέλεσας τόνδε καὶ οὐκ ἠθέλησεν δέξασθαι παιδείαν<. οὖν τὰ ἀπὸ τῆς προνοίας γίνηται πάντα εἰς ἡμᾶς, ἵνα συντελεσθῶμεν καὶ τελειωθῶμεν , ἡμεῖς δὲ μὴ παραδεχώμεθα τὰ τῆς προνοίας τῆς ἐπὶ τελειότητα ἡμᾶς ἑλκούσης, λεχθείη ἂν ὑπὸ τοῦ νοοῦντος τῷ θεῷ· κύριε, συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.

About this text

Origen on Jeremiah. Twenty Greek homilies survive. This page publishes the Pass B English for Homilies 1, 2, 3, 4, 5, 6, 7, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. Homily 8 remains a machine draft and is not shipped yet. The rest of the volume is still being translated.

English follows Erich Klostermann, Origenes Werke III (GCS, 1901). A second transcription of that same edition (First1KGreek TEI) was checked; where the TEI drops or garbles a line, the page image wins. This is a reading translation for study, not a new critical edition of the Greek. Homilies that survive only in Jerome’s Latin are not on this page yet. When they are, they will be marked at those homilies.

Witnesses

  • Copy-text Klostermann, Origenes Werke III (GCS, 1901) (Greek · Homilies 1–20 Greek (this page: 1, 2, 3, 4, 5, 6, 7, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20))
  • Checked print Archive.org page image and DjVu of GCS III (Greek · Same print as the copy-text)
  • Checked print First1KGreek TEI of GCS III (Greek · Same print; encoding errors deferred to the page image)

Where the prints differ

  • Homily 1.1 — The TEI omits Ἑβραῖον. English follows the GCS page image: Jonah is “a Hebrew prophet.”
  • Homily 1.5 — The TEI dropped Ἰσαάκ. English follows the GCS page image: Isaac born of promise.
  • Homily 1.11 — The TEI/OCR of this line is garbled. English follows the GCS page image and the quoted verse: “I have sanctified you.”
  • Homily 3.2 — The TEI gaps Matthew 5:45 (sun on the evil and [gap]; rain on [gap] and the unjust). English follows the Gospel wording.

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.