Prophets as clouds; spirits from Christ’s treasuries
If you have understood the example, look also at the intelligible cloud. Moses was a cloud; Joshua son of Nun was a cloud. These two speak to one another, and from their words lightning comes. Jeremiah was a cloud; Baruch was a cloud. They converse with each other, and lightning came from Jeremiah’s words and from Baruch’s words. So if you are able, gather from the writings how lightning comes. And in the new covenant Paul and Silvanus were two clouds.
They came together, and the lightning of the letter occurred. “Lightnings,” therefore, God “made into rain and brought forth winds from his treasuries.” Are these winds, then, in the treasuries? Or does it not appear how their nature, blowing upon the earth, subsists? But there are treasuries of winds, treasuries of spirits: “spirit of wisdom and understanding, spirit of counsel and might, spirit of knowledge and godliness,” “spirit of the fear of the Lord,” “spirit of power and love and a sound mind.” And you yourself are able from the writings to gather these winds. These spirits are in the treasuries. What are the treasuries? “In whom are hid the treasures of wisdom and knowledge.” These treasuries are in Christ.
Therefore from there come these winds, these spirits, that one may be wise, another faithful, another having knowledge, another having received some gift of God. “For to one is given through the Spirit a word of wisdom, and to another a word of knowledge according to the same Spirit, and to another faith in the same Spirit.” (1 Corinthians 12:8–9)
Greek
εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν.
ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή. «Ἀστραπὰς« οὐν ὁ θεὸς «εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ανέμους ἐκ θησαυρῶν αὐτοῦ. ἀρα οὑν οὑτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, «πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «, «πνεῦμα φόβου θεοῦ«, «πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; «ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν.
ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· «ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι.