Many treasuries; resurrection orders; pearl of pearls
“He led up,” then, “clouds from the farthest part of the earth, and made lightnings for rain, and brought forth winds from his treasuries.” And we, through God, hope to arrive at these treasuries. And since there are some many treasuries, perhaps according to those being raised there will be rests in God’s treasuries. What I say is of this sort.
The resurrection of the dead comes to be in certain orders; for the apostle says: “each in his own order.” Since the orders are not mixed together by chance, one order will be in one of God’s treasuries, another in another, and a third in yet another. Yet all these treasuries have one treasury in which they dwell.
Therefore it is said by Paul: “in whom are the treasuries of wisdom and knowledge hidden.” Just as I seek the one precious pearl through many pearls, so I come to the treasury of treasuries, the Lord of lords, the King of kings, when I shall be worthy of the spirits from God’s treasuries—for he brought forth winds from his treasuries.
Greek
«Ἀνήγαγεν« οὐν «νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ άστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυροὺς τούτους ἐλπίζομεν καταντή- σεσθαι. καὶ ἐπεὶ εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. ὅ δὲ λέγω τοιοῦτόν ἐστιν.
ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται· φησὶ γὰρ ὁ ἀπόστολος «ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάματι. καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾦ κατοικοῦσιν. διὸ παρὰ τῷ Παύλῳ λέλεκται· «ἐν ᾠ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. καὶ ὥσπερ κτῶμαι τὸν «ἕνα πολύτι- μον μαργαρίτην(( διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· «ἐξήγαγεν« γὰρ «ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.